Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.204 Dem. 24.208 (English) >>Dem. 24.211

24.206καὶ τί φήσετε; γνοίη δʼ ἄν τις οὕτω μάλισθʼ ἡλίκα πράγματα συσκευάσας γέγραφʼ αὐτόν, καὶ ταῦθʼ ὡς ὑπεναντία τῇ καθεστώσῃ πολιτείᾳ, εἰ λογίσαιθʼ ὅτι πάντες, ὅταν που καταλύοντες τὸν δῆμον πράγμασιν ἐγχειρῶσι νεωτέροις, τοῦτο ποιοῦσι πρῶτον ἁπάντων· ἔλυσαν τοὺς πρότερον νόμῳ διʼ ἁμαρτίαν τινὰ ταύτην ὑπέχοντας τὴν δίκην. 24.207πῶς οὖν οὐκ ἄξιος οὗτος, εἰ δυνατόν, τρίς, οὐχ ἅπαξ ἀπολωλέναι, ὃς εἷς ὢν καὶ οὐ δήπου μέλλων καταλύσειν ὑμᾶς, ἀλλὰ τοὐναντίον αὐτὸς ἐν ὑμῖν, ἂν τὰ δίκαια καὶ τὰ προσήκοντα ποιῆτε, ἀπολεῖσθαι, ὅμως ἐμιμήσατο τοῦτο τἀδίκημα, καὶ διὰ τοῦ νόμου λύειν ἠξίωσεν οὓς δέδεκεν τὰ δικαστήρια, γράψας ἀναιδῶς, εἴ τινι προστετίμηται δεσμοῦ κἂν τὸ λοιπόν τινι προστιμήσητε, τοῦτον ἀφεῖσθαι. 24.208καὶ μὴν εἰ αὐτίκα δὴ μάλα κραυγὴν ἀκούσαιτε πρὸς τῷ δικαστηρίῳ, εἶτʼ εἴποι τις ὡς ἀνέῳκται τὸ δεσμωτήριον, οἱ δὲ δεσμῶται φεύγουσιν, οὐδεὶς οὔτε γέρων οὔτʼ ὀλίγωρος οὕτως ὅστις οὐχὶ βοηθήσειεν ἂν καθʼ ὅσον δύναται. εἰ δὲ δή τις εἴποι παρελθὼν ὡς τούτους ἀφείς ἐστιν οὑτοσί, οὐδὲ λόγου τυχὼν ἂν εὐθὺς ἀπαχθεὶς θανάτῳ ζημιωθείη. 24.209νῦν τοίνυν ἔχετʼ, ἄνδρες Ἀθηναῖοι, τοῦτον, ὃς οὐχὶ λάθρᾳ πεποίηκε τοῦτο, ἀλλὰ φενακίσας καὶ παρακρουσάμενος νόμον τέθηκεν φανερῶς ὃς οὐκ ἀνοίγνυσι τὸ δεσμωτήριον, ἀλλὰ καθαιρεῖ, προσπεριείληφε δὲ καὶ τὰ δικαστήρια. τίς γὰρ τούτων ἐκείνου χρεία, ὅταν οἷς τετίμηται δεσμοῦ λύωνται, κἂν τὸ λοιπὸν τιμήσητέ τῳ, μηδὲν ὑμῖν πλέον;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.204 Dem. 24.208 (English) >>Dem. 24.211

Powered by PhiloLogic